Κόραξ ὅταν μὴ αἴσιον κεκράγῃ, μὴ συναρπαζέτω σε ἡ φαντασία: ἀλλ’ εὐθὺς διαίρει παρὰ σεαυτῷ καὶ λέγε ὅτι «τούτων ἐμοὶ οὐδὲν ἐπισημαίνεται, ἀλλ’ ἢ τῷ σωματίῳ μου ἢ τῷ κτησειδίῳ μου ἢ τῷ δοξαρίῳ μου ἢ τοῖς τέκνοις ἢ τῇ γυναικί. ἐμοὶ δὲ πάντα αἴσια σημαίνεται, ἐὰν ἐγὼ θέλω: ὅ τι γὰρ ἂν τούτων ἀποβαίνῃ, ἐπ’ ἐμοί ἐστιν ὠφεληθῆναι ἀπ’ αὐτοῦ».