12

  • Copied!
  • Copied!

Εἰ προκόψαι θέλεις, ἄφες τοὺς τοιούτους ἐπιλογισμούς. «ἐὰν ἀμελήσω τῶν ἐμῶν, οὐχ ἕξω διατροφάς»: «ἐὰν μὴ κολάσω τὸν παῖδα, πονηρὸς ἔσται». κρεῖσσον γὰρ λιμῷ ἀποθανεῖν ἄλυπον καὶ ἄφοβον γενόμενον ἢ ζῆν ἐν ἀφθόνοις ταρασσόμενον. κρεῖττον δὲ τὸν παῖδα κακὸν εἶναι ἢ σὲ κακοδαίμονα.

ἄρξαι τοιγαροῦν ἀπὸ τῶν σμικρῶν. ἐκχεῖται τὸ ἐλάδιον, κλέπτεται τὸ οἰνάριον: ἐπίλεγε ὅτι «τοσούτου πωλεῖται ἀπάθεια, τοσούτου ἀταραξία»: προῖκα δὲ οὐδὲν περιγίνεται. ὅταν δὲ καλῇς τὸν παῖδα, ἐνθυμοῦ, ὅτι δύναται μὴ ὑπακοῦσαι καὶ ὑπακούσας μηδὲν ποιῆσαι ὧν θέλεις: ἀλλ’ οὐχ οὕτως ἐστὶν αὐτῷ καλῶς, ἵνα ἐπ’ ἐκείνῳ ᾖ τὸ σὲ μὴ ταραχθῆναι.

Continue reading