Ἐπὶ μηδενὶ ἐπαρθῇς ἀλλοτρίῳ προτερήματι. εἰ ὁ ἵππος ἐπαιρόμενος ἔλεγεν ὅτι «καλός εἰμι», οἰστὸν ἂν ἦν: σὺ δέ, ὅταν λέγῃς ἐπαιρόμενος ὅτι «ἵππον καλὸν ἔχω», ἴσθι, ὅτι ἐπὶ ἵππου ἀγαθῷ ἐπαίρῃ. τί οὖν ἐστι σόν; χρῆσις φαντασιῶν. ὥσθ’, ὅταν ἐν χρήσει φαντασιῶν κατὰ φύσιν σχῇς, τηνικαῦτα ἐπάρθητι: τότε γὰρ ἐπὶ σῷ τινι ἀγαθῷ ἐπαρθήσῃ.