53.

  • Copied!
  • Copied!

Ἐ̓πὶ̀ παντὸς πρόχειρα ἑκτέον ταῦτα:
«ἄγου δέ μ’, ὦ Ζεῦ, καὶ σύ γ’ ἡ Πεπρωμένη,
ὅποι ποθ’ ὑμῖν εἰμι διατεταγμένος:
ὡς ἕψομαί γ’ ἄοκνος: ἢν δέ γε μὴ θέλω,
κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι»

«ὅστις δ’ ἀνάγκῃ συγκεχώρηκεν καλῶς,
σοφὸς παρ’ ἡμῖν, καὶ τὰ θεῖ’ ἐπίσταται».
«ἀλλ’, ὦ Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γενέσθω».
«ἐμὲ δὲ Ἄνυτος καὶ Μέλιτος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ».

Continue reading