11

  • Copied!
  • Copied!

Μηδέποτε ἐπὶ μηδενὸς εἴπῃς ὅτι «ἀπώλεσα αὐτό», ἀλλ’ ὅτι «ἀπέδωκα». τὸ παιδίον ἀπέθανεν; ἀπεδόθη. ἡ γυνὴ ἀπέθανεν; ἀπεδόθη. «τὸ χωρίον ἀφῃρέθην». οὐκοῦν καὶ τοῦτο ἀπεδόθη. «ἀλλὰ κακὸς ὁ ἀφελόμενος». τί δὲ σοὶ μέλει, διὰ τίνος σε ὁ δοὺς ἀπῄτησε; μέχρι δ’ ἂν διδῷ, ὡς ἀλλοτρίου αὐτοῦ ἐπιμελοῦ, ὡς τοῦ πανδοχείου οἱ παριόντες.

Continue reading